Σκευοφοροῦντες οὖν κατὰ τὴνναῦν διὰ πάσης ἡμέρας δόλιχόντινα τοῦτον δρόμον μυρίονἐπονοῦμεν, ἀεὶ τὸν θάνατονπροσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐμακράν. [2] Περὶ γὰρ μεσημβρίανδείλην ὁ μὲν ἥλιος τέλεονἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡςἐν σελήνῃ. Πῦρ μὲν ἀπ̓ αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν ὁ οὐρανός, καὶτὸν ἀέρα γεμίζει βόμβος,ἀντεβόμβει δὲ κάτωθεν τῶνκυμάτων ἡ στάσις, μεταξὺ δὲοὐρανοῦ καὶ θαλάσσης ἀνέμωνποικίλων ἐσύριζε ψόφος. [3] Καὶ ὁμὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲκάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν: ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼςῥηγνύμενα μὴ κατὰ μικρὸνἀνοιχθείη τὸ σκάφος τῶν γόμφωνἀποσπωμένων: γέρρα δὲ περὶ πᾶσαντὴν ναῦν ἐκεκάλυπτο. [4] Καὶ γὰρὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰγέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρονἐμένομεν, παραδόντες ἑαυτοὺς τῇτύχῃ, ῥίψαντες τὰς ἐλπίδας. [5]Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ̓οὐρὰν τῆς νεὼς ἀλλήλαιςἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲντὸ κυρτούμενον τῆς θαλάσσηςἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸνἤδη καὶ χθαμαλὸν τοῦ κύματοςκατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων[p. 90] μάτων τὰ μὲν ὄρεσι, τὰ δὲχάσμασιν. [6] Ἦν δὲ καὶ τὰ ἐγκάρσιατῶν κυμάτων ἑκατέρωθενφοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶνγέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶντὸ σκάφος. [7] Τὸ γὰρ κῦμα αἰρόμενονὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν,πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπονἐφαίνετο τῷ σκάφει μέγεθος οἷονπροσιὸν δὲ βλέπωνκαταποθήσεσθαι τὴν ναῦνπροσεδόκησας. [8] Ἦν οὖν ἀνέμωνμάχη καὶ κυμάτων: ἡμεῖς δὲ οὐκἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸτοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲπάντων ἐγίνετο βοή: ἐρρόχθει τὸκῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸςἀνδρῶν, κελευσμὸς ναυτῶν, πάνταθρήνων καὶ κωκυτῶν ἀνάμεστα. [9]Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειντὸν φόρτον: διάκρισις δ̓ οὐκ ἦνἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τιτῶν εὐτελῶν, ἀλλὰ πάνθ̓ ὁμοίωςἠκοντίζομεν ἔξω τῆς νεώς: πολλοὶδὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶνοἰκείων λαμβάνοντες, ἐν οἷς εἶχοντὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή: ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.