Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ: δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος.

 

Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων θάλασσα, μήτηρΦοινίκων πόλις, Θηβαίων δῆμος πατήρ: δίδυμοςλιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧιγὰρ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲνταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένοςἐς τὸ προκόλπιον. [2] Ἐνταῦθα ἥκων ἐκ πολλοῦχειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ: Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶτὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶγραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης γραφή, Φοινίκων θάλασσα, Σιδῶνος γῆ. [3] Ἐν τῇ γῇλειμὼν καὶ χορὸς παρθένων: ἐν τῇ θαλάττῃ ταῦροςἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶΚρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν:συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα: συνῆπτον οἱπτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος τῶν φύλλων συμπλοκή. [4] Ἔγραψεν τεχνίτης ὑπὸ τὰπέταλα καὶ τὴν σκιάν, καὶ ἥλιος ἠρέμα τοῦ λειμῶνοςκάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶνφύλλων κόμης ἀνέῳξεν γραφεύς.  [5] Ὅλονἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶνὀρόφων στεφανώματος λειμὼν ἐκάθητο: αἱ δὲπρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶνστοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶμύρριναι: ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸμὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσικαὶ τοῖς φυτοῖς περιχεόμενον. [6] Ὀχετηγός τιςἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάρανκεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷτοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆςἐκβολαῖς τὰς παρθένους ἔταξεν τεχνίτης.