Ὅσοις τῶν ἀνθρώπων ἐκ τῆς αὑτῶν ὁρμωμένοις χώραςὑπερόριοί τε ἀγῶνες καὶ κίνδυνοι συμβαίνουσιν, ἄν τισφάλμα γένηται κατὰ γῆν ἢ κατὰ θάλασσαν, ὑπολείπεται τοῖς περιγιγνομένοις αὐτῶν οἰκεία τε χώρακαὶ πόλις καὶ πατρίς, ὥστε οὐκ ἂν ἄρδην πάντεςἀναιρεθείησαν: [2] τοῖς δὲ ὑπὲρ τῶν μεγίστων μέλλουσικινδυνεύειν, ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ τέκνωνκαὶ τῶν ἄλλων, οὐκ ἴσος οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰσωθεῖσι μὲν καὶ καλῶς ἀμυναμένοις τοὺς πολεμίουςφοβεροὺς τοῖς ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸνλοιπὸν χρόνον εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸςτοὺς κινδύνους οὐδεμία ἐλπὶς σωτηρίας ὑπάρξει. [3]τοὺς οὖν ὑπὲρ τοσούτων καὶ τοιούτων μέλλονταςἀγωνίζεσθαι οὐδεμιᾶς παρασκευῆς καὶ προθυμίαςἐλλιπεῖς εἶναι δεῖ, ἀλλὰ πολλῶν καὶ παντοίων ἔργωνπρόνοιαν ἑκτέον, ὅπως διά γε αὑτοὺς μηδὲν φανῶσισφαλέντες: [4] ἂν δὲ ἄρα τι σύμπτωμα γένηται, ἀλλ̓ οἵγε λοιποὶ τὰ ὑπάρχοντα εἰς ταὐτό ποτε καταστήσαιεν[p. 28] ἄν, καθάπερ τινὲς τῶν Ἑλλήνων εἰς τὸ ἔσχατονἀφικόμενοι πάλιν ἀνέλαβον ἑαυτούς. ι. Τὴν οὖν τῶνσωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆςπόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκωντὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασικατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺςποιητέον. [2] τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖσυντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴπορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰκαὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκτῶν τοιούτων παρατάξεις: [3] τὰ δὲ τειχήρη καὶπολιτοφυλακήσοντα πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖσυντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸνπαρόντα κίνδυνον. [4] πρῶτον μὲν οὖν αὐτῶν ἀπονεῖμαιδεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλισταπολέμου, οἳ περὶ τοὺς ἄρχοντας [p. 30] ἔσονται: [5]ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ δυνησόμεναμάλιστα πονεῖν, καὶ μερίσαντα λοχίσαι, ἵνα εἴς τε τὰςἐξόδους καὶ τὰς κατὰ πόλιν περιοδίας καὶ τὰς τῶνπονουμένων βοηθείας ἢ εἴς τινα ἄλλην ὁμότροπονταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τεκαὶ δυνατοὶ ὄντες ὑπηρετεῖν. [6] εἶναι δὲ αὐτοὺςεὔνους τε καὶ τοῖς καθεστηκόσι πράγμασινἀρεσκομένους: μέγα γὰρ πρὸς τὰς τῶν ἄλλωνἐπιβουλὰς τοιοῦτο ἀθρόον ὑπάρχον ἀντ̓ ἀκροπόλεως: φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει. [7]ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλαφρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶενμεταβολῆς γενομένης. [8] τῶν δὲ λοιπῶν τοὺςῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰςφυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθοςμερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκωντὸ πλῆθος κατανεῖμαι, [9] τῶν δὲ ὄχλων τοὺς μὲν εἰςτὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλουςεἰς τὰς οὔσας ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲνἔρημον ᾖ εἰς δύναμιν τῆς πόλεως. ιι. Ἄριστον δὲ τὰςἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴσωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡςμάλιστα ἀβάτους [p. 32] ποιοῦντα τοῖς νεωτερίζεινβουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς. [2]Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶνἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶτειχίων ἄλλοι κατ̓ ἄλλους τόπους φορμοὺς γῆς καὶλίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶνχαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τεεἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦπολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦνταςεἰς αὐτὸ τὸ πόλισμα. [3] Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντονυκτὸς ἐν τῇ πόλει Θηβαίους ὄντας, κατανοήσαντες οὐ