Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν: ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παῤ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. [2] ‘Ἤδη δὲ’ ἔφη ‘καὶ τ


Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶσυμπράττειν ἠξίουν: δὲ ἔλεγε καὶαὐτὸς μὲν ἐγνωκέναι, πρὶν παῤ ἐμοῦμαθεῖν, ὀκνεῖν δὲ ἐλέγχεινβουλόμενον λαθεῖν. γὰρ μετὰκλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρόςτινος, ὡς ὀνειδίζοντα τὸνἐλέγξαντα μισεῖ. [2]Ἤδη δὲἔφηκαὶτὸ αὐτόματον ἡμῶν προὐνόησεν. [p. 61] γὰρ τὸν θάλαμον αὐτῆςπεπιστευμένη Κλειὼκεκοινώνηκέ μοι καὶ ἔχει πρός μεὡς ἐραστήν. Ταύτην παρασκευάσωκατὰ μικρὸν πρὸς ἡμᾶς οὕτωςἔχειν, [3] ὡς καὶ συναίρεσθαι πρὸςτὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴμέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέρανμηχανήν. [4] Θίγε χειρός, θλῖψονδάκτυλον, θλίβων στέναξον. Ἢν δὲταῦτά σου ποιοῦντος καρτερῇ καὶπροσίηται, σὸν ἔργον ἤδηδέσποινάν τε καλεῖν καὶ φιλῆσαιτράχηλον.’ ‘Πιθανῶς μὲνἔφηννὴτὴν Ἀθηνᾶν, ἐς τὸ ἔργονπαιδοτριβεῖς: δέδοικα δὲ μὴἄτολμος καὶ δειλὸς ἔρωτοςἀθλητὴς γένωμαι.’ [5]Ἔρως, γενναῖεἔφηδειλίας οὐκἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥςἐστι στρατιωτικόν; τόξα καὶφαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖαπάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχωνδειλὸς εἶ καὶ φοβῇ; [6] Ὅρα μὴκαταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοιἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξωμάλιστα ὅταν ἐπιτήδειον ἴδωκαιρὸν τοῦ σε τῇ παρθένῳδύνασθαι συνεῖναι μόνῃ.’

 


Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶνθυρῶν: ἐγὼ δὲ κατ̓ ἐμαυτὸνγενόμενος καὶ ὑπὸ τοῦ Σατύρουπαροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰςεὐτολμίαν πρὸς τὴν παρθένον. ‘Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲδειλὸς εἶ στρατιώτης ἀνδρείουθεοῦ; τὴν κόρην προσελθεῖν σοὶπεριμένεις;’ Εἶτα προσετίθηντίγάρ, [2] κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένονἔνδον ἔχεις ἄλλην καλήν: ταύτηςἔρα, ταύτην βλέπε, ταύτην ἔξεστίσοι γαμεῖν.’ Ἐδόκουν πεπεῖσθαι: κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ἔρως [p. 62] ἀντεφθέγγετοναί, τολμηρέ, κατ̓ ἐμοῦ στρατεύῃ καὶἀντιπαρατάττῃ; ἵπταμαι καὶτοξεύω καὶ φλέγω: πῶς δυνήσῃ μεφυγεῖν; Ἂν ψυλάξῃ μου τὸ τόξον, οὐκἔχεις φυλάξασθαι τὸ πῦρ: ἂν δὲκατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ.’

 


Ταῦτα διαλεγόμενος ἔλαθονἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ̓ἐφοινίχθην: μόνη δ̓ ἦν καὶ οὐδὲ Κλειὼ συμπαρῆν: ὅμως δ̓ οὖν, ὡς ἂντεθορυβημένος οὐκ ἔχων τί εἴπωχαῖρε[2] ἔφηνδέσποινα.’ δὲμειδιάσασα γλυκὺ καὶ ἐμφανίσασαδιὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶςεἶπον τὸχαῖρε δέσποινα,’ εἶπενἐγὼ σή; μὴ τοῦτ̓ εἴπῃς.’ ‘Καὶ μὴνπέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶτὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.’ ‘Τὸν Ἑρμῆνλέγεις; [3] τούτῳ τὴν πρᾶσινἐκέλευσεν Ζεύς,’ καὶ ἅμα ἐγέλασε. ‘Ποῖον Ἑρμῆν; τί ληρεῖςεἶπονεἰδυῖασαφῶς λέγω;’ Ὡς δὲ περιέπλεκονλόγους ἐκ λόγων, τὸ αὐτόματόν μοισυνήργησεν.